Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.33 Dem. 24.36 (English) >>Dem. 24.39

24.34ἠκούσατε μὲν τοῦ νόμου· πολλῶν δὲ καλῶς κειμένων νόμων τῇ πόλει οὐδενὸς ἧττον ἡγοῦμαι καὶ τοῦτον ἀξίως ἐπαίνου γεγράφθαι. σκέψασθε γὰρ ὡς δικαίως καὶ σφόδρʼ ὑπὲρ τοῦ δήμου κεῖται. οὐκ ἐᾷ τοῖς ὑπάρχουσι νόμοις ἐναντίον εἰσφέρειν, ἐὰν μὴ λύσῃ τὸν πρότερον κείμενον. τίνος εἵνεκα; πρῶτον μὲν ἵνʼ ὑμῖν ἐξῇ τὰ δίκαια ψηφίζεσθαι μετʼ εὐσεβείας. 24.35εἰ γὰρ εἴησαν δύʼ ἐναντίοι νόμοι, καί τινες ἀντίδικοι παρʼ ὑμῖν ἀγωνίζοιντο περὶ δημοσίων περὶ ἰδίων πραγμάτων, ἀξιοίη δʼ ἑκάτερος νικᾶν μὴ τὸν αὐτὸν δεικνύων νόμον, οὔτʼ ἀμφοτέροις ἔνι δήπου ψηφίσασθαι· πῶς γάρ; οὔτε θατέρῳ ψηφιζομένους εὐορκεῖν· παρὰ γὰρ τὸν ἐναντίον, ὄντα δʼ ὁμοίως κύριον, γνῶσις συμβαίνει. 24.36τοῦτό τʼ οὖν ὑπὲρ ὑμῶν φυλαττόμενος ταῦτα προεῖπε καὶ ἔτι πρὸς τούτῳ βουλόμενος φύλακας ὑμᾶς τῶν νόμων καταστῆσαι· ᾔδει γὰρ ἐκεῖνο, ὅτι τὰς ἄλλας ἃς γέγραφʼ αὐτῶν φυλακὰς ἔστι πολλαχῇ διακρούσασθαι. τοὺς συνηγόρους, οὓς χειροτονεῖτε, δύναιτʼ ἂν πεῖσαί τις σιωπᾶν. ἐκτιθέναι κελεύει τοῦ προειδέναι πάντας· τάχʼ ἄν, εἰ τύχοι, τοὺς μὲν ἀντειπόντας ἂν εἰ μὴ προαίσθοιντο, λάθοι, οἱ δʼ οὐδὲν προσέχοντες ἀναγνοῖεν ἄν. 24.37ἀλλὰ γράψασθαι νὴ Δίʼ ἕκαστον ἔστιν, κἀγὼ νυνὶ πεποίηκα· κἀνταῦθα, ἂν ἀπαλλάξῃ τις τὸν ἐπιστάντα, πόλις παρακέκρουσται. τίς οὖν μόνη φυλακὴ καὶ δικαία καὶ βέβαιος τῶν νόμων; ὑμεῖς οἱ πολλοί· οὔτε γὰρ τὸ γνῶναι καὶ δοκιμάσαι τὸ βέλτιστον ἐξελέσθαι δύναιτʼ ἂν ὑμῶν οὐδὲ εἷς, οὔτʼ ἀπαλλάξας καὶ διαφθείρας πεῖσαι τὸν χείρω θέσθαι νόμον ἀντὶ τοῦ κρείττονος.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.33 Dem. 24.36 (English) >>Dem. 24.39

Powered by PhiloLogic